Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.106.1 | Hdt. 6.107.3 (English) | >>Hdt. 6.108.4 |
6.107.1
οὗτοι μέν νυν τὴν πανσέληνον ἔμενον . τοῖσι δὲ βαρβάροισι κατηγέετο Ἱππίης ὁ Πεισιστράτου ἐς τὸν Μαραθῶνα , τῆς παροιχομένης νυκτὸς ὄψιν ἰδὼν τοιήνδε · ἐδόκεε ὁ Ἱππίης τῇ μητρὶ τῇ ἑωυτοῦ συνευνηθῆναι .
6.107.2 συνεβάλετο ὦν ἐκ τοῦ ὀνείρου κατελθὼν ἐς τὰς Ἀθήνας καὶ ἀνασωσάμενος τὴν ἀρχὴν τελευτήσειν ἐν τῇ ἑωυτοῦ γηραιός . ἐκ μὲν δὴ τῆς ὄψιος συνεβάλετο ταῦτα , τότε δὲ κατηγεόμενος τοῦτο μὲν τὰ ἀνδράποδα τὰ ἐξ Ἐρετρίης ἀπέβησε ἐς τὴν νῆσον τὴν Στυρέων , καλεομένην δὲ Αἰγλείην , τοῦτο δὲ καταγομένας ἐς τὸν Μαραθῶνα τὰς νέας ὅρμιζε οὗτος , ἐκβάντας τε ἐς γῆν τοὺς βαρβάρους διέτασσε .
6.107.3 καί οἱ ταῦτα διέποντι ἐπῆλθε πταρεῖν τε καὶ βῆξαι μεζόνως ἢ ὡς ἐώθεε · οἷα δέ οἱ πρεσβυτέρῳ ἐόντι τῶν ὀδόντων οἱ πλεῦνες ἐσείοντο · τούτων ὦν ἕνα τῶν ὀδόντων ἐκβάλλει ὑπὸ βίης βήξας · ἐκπεσόντος δὲ ἐς τὴν ψάμμον αὐτοῦ ἐποιέετο σπουδὴν πολλὴν ἐξευρεῖν .
6.107.4 ὡς δὲ οὐκ ἐφαίνετό οἱ ὁ ὀδών , ἀναστενάξας εἶπε πρὸς τοὺς παραστάτας · “ἡ γῆ ἥδε οὐκ ἡμετέρη ἐστί , οὐδέ μιν δυνησόμεθα ὑποχειρίην ποιήσασθαι · ὁκόσον δέ τι μοι μέρος μετῆν , ὁ ὀδὼν μετέχει .”
ch. 108
6.108.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.106.1 | Hdt. 6.107.3 (English) | >>Hdt. 6.108.4 |